Translate

Τρίτη, 4 Νοεμβρίου 2014

Τόν Κοραησµό νά καταρᾶσθε!



Τόν Κοραησµό νά καταρᾶσθε!

Τό Περιοδικό µας ἀπό ἐτῶν προσπαθεῖ νά φέρη στό φῶς κείµενα Διδασκάλων τοῦ Γένους µας, τά ὁποῖα σκόπιµα τά βύθισαν στό σκοτάδι τῆς ἀγνωσίας ὅλοι ἐκεῖνοι πού ἀγωνίσθηκαν µέ κάθε τρόπο νά ἀλλοιώσουν τό Ὀρθόδοξον «πατροπαράδοτον σέβας» καί νά καταντήσουν τήν Πατρίδα µας ἕνα ἐξαµβλωµατικό παράρτηµα τοῦ σκοτισµένου “Δια­­φωτισµοῦ”, µέ πρωταγωνιστή τόν ὀλέθριο Ἀδαµάντιο Κοραῆ!
Ὁ µετέπειτα πράκτορας τοῦ Ναπολέοντα Κοραής, ἀφοῦ ἀπό νέος, ζῶντας στήν Ὁλλανδία, ἀπέβαλε κάθε ἔνδυ­µα ὀρθοδοξίας ἀπό τήν προσωπική του ζωή, καταργῶντας τόν τα­κτι­κό Κυριακάτικο ἐκκλησιασµό του, τήν νηστεία του, τήν ἐν γένει πνευ­µα­τική του ζωή καί συναναστρεφόµενος κυρίως µέ Προ­τε­στάν­τες, κατέληξε –παρά τήν πολύπλευρη µόρφωσή του– πνευµατικό ναυάγιο καί, ὅπως ἦταν ἀναµενόµενο, ἕνας φυ­σιω­µέ­νος διαφηµιστής τοῦ “Διαφωτισµοῦ”, µέ ἀποτέλεσµα νά καταδικάση ἐπί διακόσια χρόνια –µαζί µέ τούς διαχρονικούς ὁµοϊδεάτες του– τόν Ἑλληνισµό σέ δουλικό  καί ἀδιάκριτο µιµητισµό τῆς Δύσεως.
Ὁ Κοραής, κυρίως, εἶναι ἐκεῖνος πού γιά πρώτη φορά στήν µακραίωνα ἱστορία τοῦ Ἑλληνισµοῦ, ἔκαµε τόν Ἕλληνα νά ντρέ­πεται και νά νοιώθει κοµπλεξικός γιά τήν καταγωγή του καί νά ἀλλοιθωρίζη πρός τούς Εὐρω­παί­ους σάν φτωχός συγγενής, ἀγροῖκος καί ἀµαθής! Αὐτή τήν ντροπή δέν κατορθώσαµε σάν Ἔθνος νά τήν ἀποβάλλουµε µέχρι σήµερα.
Ἀντιθέτως, µάλιστα, µέ τήν ξιπασµένη ξενόφερτη Παιδεία –σχολική καί πανεπιστηµιακή– πού συµφύρθηκε µε τόν Κοραητικό µειοδοτισµό καί καλλιεργήθηκε, στηρίχθηκε καί στηρίζεται ἀπό ὁλόκληρο τό µετακαποδιστριακό πολιτικό κατεστηµένο τῆς Χώρας µας, διαµορφώθηκε ἕνας «νεόφτωχος» πνευµατικά νεοελληνισµός. Ἕνας νεοελληνισµός,   ἐντελῶς ἀγνώ­ρι­στος καί ἀνάξιος τῶν σοφῶν καί πνευµατικῶν προγόνων του, ὁ ὁποῖος, ἀπό ἀρχοντόπουλο κατήντησε παρίας καί ἀξιολύπητος διακονιάρης τῆς Εὐρωπαϊκῆς ἐλεηµοσύνης!
Κάλλιστα θά µπορούσαµε νά ἀξιολογήσουµε τίς ἐπιπτώσεις τοῦ Προτεσταντικοῦ Κοραησµοῦ στήν δηµόσια καί στήν ἰδιωτική ζωή τοῦ Ἕλληνα, συσχετίζοντάς τις µέ τίς ἐπιπτώσεις τοῦ Παπισµοῦ στήν µετά τήν Ἅλωση ἐποχή τῆς Τουρκοκρατίας, ἐπιπτώσεις πού ἀνάγκασαν τόν πλήρη ἀγάπης καί φιλανθρωπίας ἅγιον τοῦ Θεοῦ Ἱεροµάρτυρα Κοσµᾶ τόν Αἰτωλόν νά διακηρύξη: «τόν Πάπα νά καταρᾶσθε!».
Τόν Παπισµό ἔµαθε ὁ Λαός µας νά τόν ἀντιµετωπίζη µέ τά πνευµατικά ἀντισώµατα τῶν ἁγίων πού µᾶς θωράκισαν, ἀπό τοῦ Σχίσµατος µέχρι τά τέλη τῆς Τουρκοκρατίας, µέ τελευταίους τούς ἁγίους, Ἀθανάσιον τόν Πάριον, Μακάριον τόν Νοταρᾶν, Νικόδηµον τόν Ἁγιορείτην καί ὅλους ἐκείνους πού ἦσαν κατά πνεῦµα συγγενεῖς τους.
Καί κατόπιν, ἀρκετοί Πατέρες µας καί πραγµατικοί Διδάσκαλοι τοῦ Γένους µας προσπάθησαν νά κρατήσουν ἀναµµένη τήν λαµπάδα τῆς Ἀληθινῆς Παραδόσεώς µας καί, µάλιστα, ὁ χριστιανός Κυβερνήτης Ἰωάννης Καποδίστριας, ὡς ἔχων καί τήν δύναµη τῆς ἐξουσίας, ἔθεσε τήν Ὀρθόδοξη Ζωή “ἐπί τήν λυχνίαν” τοῦ Κράτους καί περιέβαλε τό Ἱερατεῖο µέ τιµή καί σεβασµό, θέτοντας ὡς προτεραιότητα τῆς ἀνασυστάσεως τῆς Πατρίδος µας τόν πνευµατικό καταρτισµό Κλήρου καί λαοῦ.
Τήν Προτεσταντική, ὅµως, νοοτροπία, πού ἐπέβαλε στήν ζωή τοῦ τόπου µας ὁ Κοραής καί µᾶς ὁδήγησε σταδιακά στόν ἀποχριστιανισµό καί στόν ἀθεϊσµό, δέν βρέθηκαν στό πέρασµα τοῦ χρόνου –ἀπό τῆς δολοφονίας τοῦ Καποδίστρια καί ἑξῆς– πνευµατικά ἀναστήµατα νά τήν καυτηριάσουν, ὅσο ἀπαιτοῦσε ἡ ἐπικινδυνότητά της καί νά τήν ἀναχαιτίσουν, γι’ αὐτό καί ἔχει µέ ἀριστοτεχνική σατανικότητα ἐνσωµατωθεῖ στήν Ὀρθόδοξη βιοθεωρία µας ὥστε νά θεωρεῖται πλέον ἀπό τούς πολλούς ὡς ἀναπόσπαστο µέρος της!
Εἶναι, βέβαια, ἀλήθεια, ὅτι γιά νά µποροῦσε κανείς νά διαγνώση τίς µελλοντικές, τίς µακροχρόνιες ἐπιπτώσεις αὐτῆς τῆς σατανικῆς Λουθηρανικῆς αἱρέσεως, πού οὐσιαστικά ἐκτόπισε µαζί µέ τόν Πάπα καί τόν Ἴδιο τόν Θεό ἀπό τή ζωή τῶν ἀνθρώπων (µέ τό νά δώση στόν κάθε ἄνθρωπο τήν ψευδαίσθηση ὅτι εἶναι ἀλάθητος καί γι’ αὐτό δέν πρέπει νά ἀκούη κανένα ... πλήν, βεβαίως, τοῦ Κράτους(!)) ἔπρεπε νά ἔχη µοναδικές ἀπό τόν Θεό ἱκανότητες ὥστε νά προΐδη ὅτι θά φθάση ἡ ἡµέρα πού ἡ Πολιτική ἐξουσία θά ἐπικρατήση σέ ἀπόλυτο βαθµό, καθορίζοντας ψυχοσωµατικά τήν ἀνθρωπότητα καί κάθε λεπτοµέρεια τῆς δηµόσιας καί ἰδιωτικῆς ζωῆς της.
Στίς δυσκολίες  πού ἐµπόδιζαν τήν πρόβλεψη τοῦ ἀποπνευµατισµοῦ καί ἀποχριστιανισµοῦ τῆς Ἑλλάδος καί τή διάβρωση τῆς Ρωµέϊκης ψυχῆς τοῦ λαοῦ µας, πρέπει νά συνυπολογισθοῦν καί  οἱ ἱστορικές συνθῆκες τῆς τότε ἐποχῆς, ἀφοῦ, ὄχι µόνο δέν βοήθησαν νά ἐµποδισθῆ ἡ ὕπουλη διείσδυση τοῦ ἀντιθέου λαϊκοῦ  ‘‘ἀλαθήτου”, ἀλλά θεωρήθηκαν ὁ Κοραής καί οἱ ὅµοιοί του ἀκόµη καί ἀπό ἀγωνιστάς Ποιµένες ὡς Διδάσκαλοι καί φωτισταί τοῦ Γένους µας!
Τό µέγεθος τῆς δυσκολίας πού ἔχει ἡ κατανόηση τῶν συνεπειῶν τῆς µετακαποδιστριακῆς Βαυαροκρατίας γιά τό πνευµατικό ἀλλά καί γιά τό βιοτικό ἐπίπεδο τοῦ λαοῦ µας φαίνεται στίς µέρες µας, ὅπου ὅλα αὐτά πού “φωνάζουµε” χρόνια τώρα περνοῦν ἀπό τούς περισσοτέρους ἀπαρατήρητα καί ἀδιάφορα, ἐνῶ σέ κάποιους ἄλλους –πού τούς ἔχει διαβρώσει µέχρι τό µεδούλι τους ὁ “ὀρθόδοξος” Λουθηρανισµός–   φαντάζουν ...αἱρετικά! Καί νά σκεφθοῦµε ὅτι ἐξακολουθοῦµε νά µήν καταλαβαίνουµε ἐνῷ εἴµαστε καί σήµερα ἀπό παντοῦ ζωσµένοι ἀπό τήν Βαυαροκρατία!...
Σήµερα, λοιπόν, γιά νά ἀφυπνισθοῦµε καί νά συνειδητοποιήσουµε τό µέγεθος τῆς πνευµατικῆς καταστροφῆς πού ἔχουµε ὑποστεῖ ὡς Ἔθνος, χρειαζόµαστε νά ξεπροβάλλη µιά µεγάλη προσωπικότητα, ἰσάξια τοῦ ἁγίου Κοσµᾶ τοῦ Αἰτωλοῦ γιά νά βροντοφωνήση µέ θεία δύναµη: τόν Κοραησµό νά καταρᾶσθε!Καί µέ οὐράνια καθοδηγητική ἀποτελεσµατικότητα νά ἐπανεντροχιάση τήν πνευµατική ἐκτροπή τοῦ Γένους µας.

Ἕως ὅτου ὁ Θεός παρουσιάσει τόν ἄνθρωπό του νά µᾶς µιλήση µέ τό χάρισµα τῆς προφητείας γιά τή γνώση τοῦ παρόντος, ἔχουµε χρέος νά ἐπανεµφανίσουµε ὅσα κείµενα-φάρµακα κατά τοῦ “Κοραησµοῦ” µᾶς ἔχουν ἀφήσει οἱ προφητικοί Πατέρες µας πρίν ἀπό δύο αἰῶνες. Ἕνα τέτοιο κείµενο τοῦ ἁγίου Ἀθανασίου τοῦ Παρίου παρουσιάζουµε στό τεῦχος αὐτό, γιατί τό εἴχαµε ὑποσχεθεῖ σέ προηγούµενο ἄρθρο µας ἀλλά καί γιατί ἔχει ἰδιαίτερη ἐπικαιρότητα, ἀφοῦ ἀναφέρεται στό θέµα τῆς νηστείας, ἡ ὁποία ἀρχίζει ἀπό τίς 15 τοῦ µηνός Νοεµβρίου. Πρόκειται γιά µιά ἐπικριτική Ἐπιστολή τοῦ ἁγίου πρός τόν Ἀδαµάντιον Κοραῆ, ὁ ὁποῖος ἐχλεύαζε τήν νηστεία τῆς Ἐκκλησίας µας, ἐπιστρατεύοντας Λουθηρανικές “ἐξυπνάδες”!
Ἀποσπάσµατα τῆς Ἐπιστολῆς τοῦ ἁγίου Ἀθανασίου τοῦ Παρίου γιά τήν Νηστεία ἀναφέρει στό βιβλίου του «Περίοδος Τριῳ­δίου», ὁ νεώτερος Διδάσκαλος τοῦ Γένους µας π. Ἐπιφάνιος Θεοδωρόπουλος, γράφων ὅτι ἡ ἐπιστολή ἀπευθύνεται σέ κάποιον ἰατρό, χωρίς νά ἀναφέρη τό ὄνοµα τοῦ ἰατροῦ, δηλαδή τοῦ Κοραῆ. Δέν γνωρίζουµε, ὅµως, ἄν σκοπίµως ἀπέκρυψε τό ὄνοµα τοῦ Κοραῆ ἤ ἄν εἶχε ἀντλήσει τίς πληροφορίες τῆς Ἐπιστολῆς ἀπό ἄλλη πηγή καί ὄχι ἀπό αὐτό τό ἴδιο τό κείµενό της.

πρωτ. Βασίλειος Ε. Βολουδάκης
«ΕΝΟΡΙΑΚΗ ΕΥΛΟΓΙΑ» Ἀρ. Τεύχους 147
Νοέμβριος 2014








Ἐπιστολή Ἀθανασίου τοῦ Παρίου πρὸς Διαµαντὴν τὸν Κοραήν
νέγνων σου τὴν πρὸς τὸν Πρωτοψάλτην, σοφώτατε ἰατρῶν, ἐν ᾗ δηλαδή, καὶ αὐτὸν πως ἐµέµφου, ὅτι τὰ µὲν ὠὰ τὴν τορινὴν ἀπορροφᾶ, τῆς δὲ µητρὸς αὐτῶν δέδοικεν ἅψασθαι, καὶ ὡς λύπῃ σου τιτρώσκεται ἡ καρδία ἐπὶ τῇ τῶν σῶν ὁµογενῶν ἀµαθείᾳ πρὸς αὐτὸν ἐδήλους, τῶν αὐτόθι ποτὲ τριβαρβάρων, τοῖς ἡµετέροις τὸ τήµερον ἀνθούντων καλοῖς· ταυτὶ γὰρ µόνα τὰ δύω τῶν ἐν αὐτῇ περιεχοµένων ἁπάντων ἔγωγε σεσηµείωκα· ἐπεί τοι γε τὸ µὲν αὐτῶν ὡς ἐν σκώµατι φιλικῷ, ἠρέµα πως καὶ ἐκ πλαγίου τοῦ κοινοῦ τῆς ἐκκλησίας ἡµῶν, δεισιδαιµονίας καταχέει γέλωτα· τὸ δὲ ἕτερον γνώµην µὲν ἐµφαίνει φιλογενῆ, οὐ µὴν περὶ τὸ τῶν καλῶν βέλτιστόν τε καὶ ἔσχατον, ὅπερ οἱ ἔξω σοφοὶ εὐδαιµονίαν ἐκάλεσαν· ὅτι δὲ τὸ πρῶτον ἐκεῖνο κοινῇ διακωµῳδεῖ τὴν τῶν ἀνατολικῶν ἐγκράτειαν, αὐτόθεν δῆλον, αὐτὰ γὰρ ἐκεῖνα λέγεις περὶ ἡµῶν, ἃ µέχρι κόρου καὶ ναυτίας, οἱ ἡµέτεροι λέγουσιν ἐχθροί, µᾶλλον δὲ οἱ ἐχθροὶ τοῦ σταυροῦ, κατὰ τὸν θεῖον Παῦλον, ὧν τὸ τέλος, φησίν, ἀπώλεια ὧν ὁ θεός ἡ κοιλία (σελ. 398) καὶ ἡ δόξα ἐν τῇ αἰσχύνη αὐτῶν· οἱ τὴν βδελυκτὴν ἀδιαφορίαν εἰσαγαγόντες, οὐχ ἵνα τι λόγον ἄξιον συστήσωσιν, οἱ καὶ τῶν ἀλόγων αὐτῶν ἀλογώτεροι, ἀλλ’ ἵνα τὴν γαστέρα καὶ τὰ ὑπό τὴν γαστέρα παναισχίστως θεραπεύσωσιν· ἐπεὶ τίνα λόγον ἔχει τὸ ὠὸν µὴ ζῶον ὄν, ταυτὸν ἡγεῖσθαι τῇ ὄρνιθι, ἥτις ἐνεργείᾳ ζῶον καὶ ἔστι καὶ λέγεται; καὶ πλατὺ δῆθεν καταγελᾶν τῶν τὰ ὠὰ µὲν ῥοφώντων, διευλαβουµένων δὲ τῆς ἀλεκτορίδος ἅπτεσθαι; ὅτι γὰρ τὸ ὠὸν τοῖς ὅλοις ἡττᾶται τῆς µητρὸς ὄρνιθος, τὴν ὑµῶν τῶν ἀσκληπιαδῶν προκαλοῦµαι κρίσιν· τοὺς γὰρ κοµιδῆ νεαροὺς τῶν ὀρνίθων τοῖς ἀπό νόσου πρὸς ὑγείαν ὁρῶσι, πρὸς τροφὴν ὀρέγειν κελεύετε· τί δήποτε; ἵνα µὴ τις, φατέ, ἀλλοίωσις καὶ σύγχυσις τῇ ἄρτι καθισταµένῃ κράσει γένηται ἐκ τῆς λιπωδεστέρας βρώσεως, ἀδυνάτως ἔτι διακειµένου τοῦ στοµάχου, εἰς τὸ στερροτέραν κατεργάσασθαι τροφήν· εἰ οὖν τὰ νεογνὰ πτηνάρια καίτοι ζῶα ὄντα ἐνεργείᾳ, ὅµως ὑποδεέστερα πολλῷ τῆς τελείας κρίνονται ὄρνιθος, πολλῷ τῷ µέσῳ δήπου τὰ ὠὰ τῆς ἐν τῇ περὶ τελειότητος ἀπολείπεται· καὶ τοσοῦτον οἶµαι, ὅσον οὐδ’ ἀναλογίαν ἔνι µεταξύ τῶν τριῶν τούτων συστήσασθαι· εἰ οὖν οὐ ταυτὸν ὠὸν καὶ ἀλεκτορὶς εἰς λόγον ποιότητος καὶ δυνάµεως, οὐ δῆλον ὅτι ἀλόγως χλευαζόµεθα, ὡς τούτων µὲν ἀπεχόµενοι ἐν ἐγκράτειας λόγῳ, ἐκεῖνα δὲ προσφερόµενοι; ἀλλά γάρ, εἴπερ οἱ κατάπτυστοι παπολάτραι, καὶ οἱ ψευδώ­νυµοι (σελ. 399) εὐαγγελικοί, καὶ πρὸς τὸ χεῖρον ῥιφορµάτοι, οἱ τῷ φωτὶ τοῦ ἑαυτῶν πυρός, κατὰ τὸν προφήτην, καὶ τῇ φλογὶ ἧ ἐξέκαυσαν πορεύεσθαι ἐγνω­κότες, εἰ φηµὶ οἱ προφανεῖς ἐχθροὶ ἡµῶν ἦσαν, καθάπερ δὲ καὶ εἰσίν, οἱ διὰ ταῦτα ἡµῶν καταγελῶντες, κατεγελάσαµεν ἂν καὶ ἡµᾶς αὐτῶν ἐκ τοῦ ἴσου, µᾶλλον δὲ ἠλεήσαµεν ἂν αὐτοὺς τῆς ἀνοίας, καὶ τῆς περὶ τὰ καλὰ τυφλότητος, καὶ σκαιότητος· οἳ πρᾶγµα καλὸν ὁπωσοῦν παρὰ φαῦλον τιθέµενοι διασύρουσι, µὴ εἰδότες, µηδὲ εἰδέναι βουλόµενοι οἱ ὅντως κοιλιολάτραι, ὅτι κατὰ τοὺς θεόφρονας διδασκάλους, καὶ ἡ τινῶν βρωµάτων ἀποχὴ νηστεία ἐστι· νῦν δὲ σὺ ἄνθρωπε ἰσόψυχε, σὺ γένος µου, σὺ γνωστέ µου, σύ ὁ γραικὸς κατά τῶν σῶν γραικῶν, ὡς δῆ­θεν ἐκείνων µὴ ἀρκούντων, τὸν ἄδικον τοῦτον προσεπάγεις ὀνειδισµόν, δαιµο­νιώδη καλῶν τὴν τοιάνδε τῶν κρεῶν ἀποχήν, ὡς ἐκ τοῦ Παύλου δῆθεν τὰς ἀφορµὰς λαβών· καὶ εἰ µὲν χθιζή τις ἦν αὕτη συνήθεια, καὶ παρὰ τινων τῶν πνεύµασι πλάνης φεροµένων εἰσενεχθεῖσα, εἰκότως ἂν οἱ φρενῶν εὖ ἔχοντες ὡς εὔλογόν τι νεω­τέρισµα, καὶ πλάνης ἐφεύρηµα, ταύτην ἐξουθένησαν καὶ ἀπέπτυσαν· νῦν δὲ καὶ τὴν ἀρχαιότητα οἱονεὶ πολιὰν προβάλλεται (χιλιοετὴς γὰρ καὶ ἐπέκεινα οὖσα εὑρίσκεται) καὶ ἐξ εὐχῆς πρὸς τὸν θεόν βασιλικῆς τὴν ἀρχὴν ἐσχηκέναι, παρὰ τῷ Ξανθοπούλῳ ἱστόρηται· εἰσεποιήσατο δὲ ταύτην καὶ ἡ Εκκλησία οὐκ ἀλυσιτελὴς εἶναι τὸ χρῆµα καὶ πρὸς τὴν ὑγείαν τοῦ σώµατος (σ. 400) κρίνασα· σφαλερὰς γὰρ οἶδεν ὁ λόγος τὰς ἀµέσους εἰς τὸ ἄκρον µεταβολάς· ὥστε οὐ βδελυσσόµενοι, ἄπαγε, ἀλλὰ συνήθειᾳ παλαιφάτῳ καὶ ἐκκλησιαστικὴ ἐξακολουθοῦντες, ἐν ταῖς ἡµέραις ταύταις τῶν κρεῶν ἀπεχόµεθα, οἷον προκαθάρσιµον ταύτην ἄγοντες ἑβδοµάδα, καὶ πρὸς τὸ τέλειον τῆς νηστείας ἑαυτοὺς ἐθίζοντες· ὥστε τίνα δὲ λόγον ἔχει, τὰ πρὸς τοὺς βδελυσσοµένους τὸν γάµον καὶ τὰ κρέατα φανεροὺς ὄντας αἱρετικούς, ὑπὸ τοῦ Παύλου προφητικῶς εἰρηµένα κατὰ τῶν ἀσκήσει καὶ λόγῳ ἐν καιρῷ τεταγµένῳ µὴ κρεοφαγούντων, µεταφέρειν καὶ ταύτη ἐκ πλαγίου εἰς τὴν τῶν αἱρετικῶν µοῖραν ἀριθµεῖν; ὧν οἱ θεῷ εὐαρεστήσαντες καὶ σηµείοις δοξασθέντες καὶ θαύµασι, καὶ αὐτὴν οἶµαι τὴν τοῦ ἀριθµοῦ φύσιν ὑπερβαίνουσι· καὶ τοῦτο τὸ µεῖζον εἰς ὁσιότητα καὶ αἰδεσιµότητα τοῦ πράγµατος, τοῦτ’ ἔστι τῆς συνηθείας ταύτης, αἱ µετ’ αὐτὴν καὶ ἐν αὐτῇ οἰκουµενικαὶ σύνοδοί εἰσιν, ἡ Æ΄, ἡ ζ΄  καὶ ἡ η΄   λέγω δὲ ὀγδόην τὴν κανονικὴν ἀναδείξασαν τὴν τοῦ Φωτίου πατριαρχίαν καὶ τὴν ἑβδόµην κυρώσασαν· τίνι γὰρ οὐ δῆλον, ὅτι εἰ δαιµονίων διδασκαλία καὶ ἀνδρῶν κεκαυτηριασµένων τὴν συνείδησιν, εἰσήγησις τὸ τοιοῦτον ἔργον ἦν, οὐκ ἂν σιγὴ ταύτην παρῆλθον, οἱ τῶν παντοίων δεισιδαιµονιῶν τὴν ἐκκλησίαν τοῦ Χριστοῦ καθαίροντες, καὶ µάλιστα ἡ πενθέκτη, ἡ πρὸς τοῖς ἄλλοις ἅπασι καὶ τὴν τοῦ Σαββάτου νηστείαν, τῇ ῥωµαίων πόλει, διὰ κανόνος ἐκώλυσεν; εἶεν· ἐλάας δὲ καὶ µὴ ἔλαιον (σ. 401) ἐσθίειν τὸν νηστεύοντα, πῶς οὐ δοκεῖ σοι διαφέρειν τοῦ τῷ ἐλαίῳ λιπαινοµένου; εἰ γὰρ καὶ ἐξ ἐκείνων τὸ ἔλαιον, ἀλλ’ οὕτως ἐν αὐταῖς ὑπάρχει, ὡς κἂν ταῖς σταφυλαῖς ὁ οἶνος· ὥσπερ οὖν ἐκ τῶν σταφυλῶν, πλὴν τοῦ τὴν γαστέρα ἐξογκοῦν, τοῖς κἂν ὅτι πλείσταις ἐσθίουσιν, εὐφραίνη τις ὡς ἀπό οἴνου (ὃ κέφι τουρκιστὶ καλεῖν εἰώθαµεν) οὐδαµῶς προσγίνεται; οὕτως ὁ τὰς πολλὰς ἐσθίων ἐλαίας, πολλοστηµόριον τῆς τοῦ ἐλαίου χρείας οὐκ ἀνέπλησε· καὶ ἵνα κἂν τῶν σῶν καὶ σφόδρα σοι θαυµαζοµένων, τὸ ἐν τούτοις παραστήσω διάφορον, τίς ποτε σῶµα εἶδε πυρπολούµενον, παρὰ τὸ ἁπλῶς ἡλιάζεσθαι, καίτοι γε ἀπειράκις ἀπείρως αἱ τοῦ ἡλίου ἀκτῖνες ἡµῖν ἀεὶ προσβάλλουσι, ἀλλ’ οὐδείς ποτε ἀνθρώπων ἐντεῦθεν ὤφθη καιόµενος· τί δήποτε; ὅτι µανόν καὶ διῃρηµένον ἐστι τὸ ἐν τῷ ἡλίῳ πῦρ· πότε δὲ οὖν ἐνεργοῦν ἀναφαίνεται; ἢ δῆλον ἐπειδὰν πυκνωθῆ ὡς ἐν τοῖς φακοειδέσιν ὑάλοις καὶ τοῖς καυστικοῖς κατόπτροις ἡ πείρα δείκνυσι· τότε γὰρ θραυόµεναι, ἀντανακλώµεναι καὶ ὡς ἀπὸ διαφόρου περιφερείας εἰς τὸ κέντρον, ὃ παρ’ ὑµῖν τοῖς περὶ ταῦτα δεινοῖς ἑστία καλεῖται, αἱ τοῦ ἡλίου συνιοῦσαι ἀκτῖνες, τὴν τοῦ πυρός ἐνέργειαν ἐπιδείκνυνται· τοιγαροῦν ταυτὸ τοῦτο συµβαίνει κἀπί τοῦ οἴνου καὶ τοῦ ἐλαίου καὶ τῶν τοιούτων· ἔνεστι µὲν γὰρ ταῖς σταφυλαῖς τὸ τοῦ οἴνου πνεῦµα· ἔνεστι δὲ κἂν ταῖς ἐλαίαις τὰ ἐλαιώδη µόρια, οὐ µέντοι καὶ ὑφέν, ἀλλὰ διηρηµένα· εἰς τὰ τῆς ὕλης µέρη, καὶ τῇ ὕλῃ αὐτῇ ἐπιπροσθούµενα· ὅπερ οἶµαι, τῷ παρὰ τῷ ἡλίῳ πυρί, εἴτ’ οὖν ταῖς ἀκτίσιν οὐ πρόσεστιν (σελ. 402) ἐκτὸς εἰ µήτις τὸν ἀέρα προσλογίσαιτο, καὶ τὴν περιέχουσαν ἀτµοσφαίραν, τὴν τε καθόλου καὶ τὴν µερικήν· γίνεται οὖν, ἢ µᾶλλον εἰπεῖν ἀναφαίνεται τῆς ὕλης ἀποκριθὲν τὸ ἔλαιον, διά τῆς ἀποθλίψεως ὁµοῦ κατά ταυτό γενοµένων τῶν µορίων ἁπάντων, ὅτε δὴ καὶ τοὔνοµα δέχεται, καὶ προσφυῶς καὶ κατὰ λόγον, ἔλαιον λέγεται· καὶ τὰ τῆς ἰδιότητος αὐτοῦ ἐν τοῖς ἐσθίουσιν ἐνεργεῖ· εἰ οὖν οὕτω φύσεως ἔχει τὰ πράγµατα, πῶς ὁ ἐλαίας ἐσθίων, ὡς ὁ ἐσθίων ἔλαιον λογισθήσεται; καὶ εἰ τοῦτο δοίηµεν, ἔσται λοιπὸν τὸ δυνάµει ταυτὸν τῇ ἐνεργείᾳ, καὶ τὸ ὂν τοῦ µὴ ὄντος οὐδὲν διενήνοχε. Ταῦτα µὲν περὶ τοῦ πρώτου, ἤτοι τῆς τῶν βρωµάτων ἀποχῆς, δεύτερον δ’ ἄρα ἦν, ἡ ἐπὶ τῇ ἡµῶν ἀµάθειᾳ τῆς σῆς καρδίας λύπη· ἐφ’ οἷς καὶ χάριτας ἴσµεν σου, τῇ ἀγάπῃ, εἴ γε τῶν σῶν ἀδελφῶν ἔτι µέµνησαι, καὶ στοργῇ ἀδελφικῇ οὐ διαλείπεις κηδόµενος· ἴσθι µέντοι καὶ πέπεισο, ἀγαπητέ, ὅτι ἡµεῖς τὴν ἔξω καλουµένην σοφίαν, µετὰ µὲν θεοσέβειας, µέγα τι ἡγούµεθα, καὶ τῶν ὀργανικῶν ἀγαθῶν τὸ κράτιστόν τε καὶ κάλλιστον· διατὶ γὰρ οὐχί; ὅπου γε καὶ οἱ πατέρες ἡµῶν οἱ θεῖοι καὶ ἔκκριτοι διὰ πάσης διῆλθον, καὶ αὐτοὶ ἐξ αὐτῆς εἴτι καλὸν καρπωσάµενοι, κοινὴν καὶ τοῖς ἄλλοις τὴν ἐξ αὐτῆς ὠφέλειαν προὔθηκαν· ἄνευ γε µὴν ταύτης, εἴτ’ οὖν τῆς θεοσέβειας, οὐ µόνον αὐτὴν οὐ θαυµάζοµεν, ἀλλά καὶ µισητὴν καὶ ἀπόβλητον κρίνοµεν, ὡς Ἄγαρ τινὰ βάρβαρον καὶ ἐξα­νισταµένην τῆς Κυρίας, ὥσπερ δὴ νῦν µάλιστα ἐν τοῖς νῦν καιροῖς αὐθα­δια­ζοµένη ἀποθρασύνεται· ἔνθα δὴ (σ. 403) καὶ πολλὰ ἐστιν εἰπεῖν καὶ δεῖξαι, ὅσον τὸ ταύτης βλάβος· ἐπειδὴ µέντοι γε ταῦτα συγγραφῆς χρῄζει ἰδίας, καὶ γένοιτ’ ἂν πραγµατεία οὐχ’ ἡ τυχοῦσα, µόνοις ἀρκεσθῶµεν τό γε νῦν ἔχον, οἷς ὁ θεῖος Ἰάκωβος τῷ πνεύµατι ἐµπνευσθείς, τὴν φύσιν αὐτῆς ἡµῖν ὑπέγραψε λέγων, ὅτι ἡ τοῦ κόσµου τούτου σοφία ἐστιν ἐπίγειος, ψυχική, δαιµονιώδης· καὶ ἔστι µὲν ἐκτὸς δήπου οἱασοῦν ἀµφιβολίας ὁ ὁρισµός, ἅτε δὴ χρησµὸς ἀντικρὺς τοῦ πνεύµατος· ἐµαρτύρησε γε µὴν καὶ ἡ σὴ γλῶσσα τῇ τοῦ λόγου ἀληθείᾳ ἐν τῇ πρὸς τὸν φίλον αὐτῆς ταύτῃ ἐπιστολῇ, λέγοντος, ὅτι οἱ τὰ πρῶτα φέροντες τῶν αὐτόθι σοφῶν, οὕτως εἰσὶ µιαροί, ἐξωλέστατοι καὶ τῆς φύσεως ὑβρισταί, καὶ θεῶν ὄπιν, κατὰ τὸν ποιητὴν οὐκ ἀλέγοντες, ὡς καὶ τοὺς πάντῃ βαρβάρους µηδὲν εἶναι πρὸς αὐτούς· εἰ δὲ τὸ φῶς τοιοῦτον, τὸ σκότος πόσον; καίτοι γε αὐτοί σου οἱ σοφοὶ εἰσὶ δήπου οἱ τὰ τῶν πάλαι θεωρήµατα, οἷον παίδων ἀθύρµατα ἀναδείξαντες·τίς οὖν ὁ τῆς τοιαύτης καὶ τηλικαύτης σοφίας καρπός, ὁ ἀνὰ πᾶσαν ἤδη τὴν Εὐρώπην κοινότατος γενόµενος; Ἰδού, ἡ δαιµονιώδης αὕτη καὶ βδελυκτὴ καὶ ἀντίθεος ἀδιαφορία τὸ µηδὲ πρόνοιαν ὅλως εἶναι ἡγεῖσθαι τῶν ἀνθρωπίνων πραγµάτων µηδὲ ἐξέτασιν τῶν βεβιωµένων καθολικωτάτην καὶ µέλλουσαν· καὶ θεµιτῶν πρὸς ἀθέµιτα παρὰ µόνοις τοῖς ἀνοήτοις εἶναι διαστολήν· δι’ ὃ καὶ µητρογαµοῦσι, καὶ θυγατρογαµοῦσι, καὶ ἀδελφογαµοῦσιν ἀνυποστόλως καὶ ἀδεῶς οἱ σοφώτατοι· εἶτα οὐ πολλῷ ἄµεινον µονόφθαλµον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ ἢ δύω ὀφθαλµοὺς ἔχοντα (σελ. 404) βληθεῖναι εἰς τὴν γέενναν; τὸ γὰρ τέλος τοῦ ἀνθρώπου, ὦ λῶστε, ᾗ ἄνθρωπος, µᾶλλον δὲ ᾗ χριστιανός, οὐκ ἔστιν αὐτὸ τὸ τῶν γνώσεων ἁπασῶν ἄθροισµα (τοῦτο γὰρ ἂν εἴη, τἀληθὲς εἰπεῖν, λογία µαταιότης) ἵνα καὶ ὁ κτησάµενος ὡς δῆθεν εἰς τὸ ἄκρον ἐλάσας τῆς εὐδαιµονίας κοµπάζῃ, καὶ ὁ µὴ κτησάµενος ὡς κακοδαίµων ἐλεῆται, ἀλλ’ ἡ µετὰ θάνατον καθαριότης, κἄν ᾖ βρωµερωτάτη ὕλη τοῦ αἰωνίου πυρός, ὁ τὴν ἀθεΐαν ὑπερέξοχος, διαρραγῇ γελῶν ὁ µισόθεος Βολταίρ· ἔνθα δή, οὐδὲν πλέον ἔχει τῆς ἀµάθειας, ἡ τῶν ἔξω λόγων σοφία καὶ δύναµις, ἀλλ’ ἡ τῶν σωτηρίων ἐντολῶν τήρησις τοῦ Χριστοῦ, καὶ ἡ τῆς ψυχῆς ἐκ τῶν αἰσχίστων παθῶν κάθαρσις, καὶ πρὸς Θεὸν καθ’ ὅσον ἔξεστι νεῦσις τε καὶ οἰκείωσις, τῆς ἀλήκτου ἐκείνης τροφῆς, καὶ τῆς εἰκονιζούσης εὐδαιµονίας γίνεται πρόξενος· καὶ γὰρ ὁ εἰς τὸν κόσµον ἐλθὼν Ἰησοῦς Χριστός, ἵνα τῆς µακάριας ἐκείνης λήξεως ἡµῶν ὑπόδειξῃ τὴν ὁδόν, οὔτε γεωµετρεῖν, οὔτε ἀστρονοµεῖν, οὔτε µὴν τῆς φύσεως ἐξιχνεύων τὰ ἀπόκρυφα, ἵνα τοῦ τέλους ἐκείνου ἐπιτύχοιµεν, ἐνετείλατο ἡµῖν, ἀλλὰ τὰς θείας αὐτοῦ ἐρευνᾷν γραφάς καὶ διὰ τῶν θεοειδῶν πράξεων, µετά τῆς εἰς αὐτὸν πίστεως, πρὸς ἀθανασίαν ἐπείγεσθαι· οὐ µὴν ἀλλά καὶ ἁλιεῖς τινας καὶ σκηνορράφους ἀνθρώπους, ὧν τὸ γνώρισµα ἰδιωτεία, καὶ ὁ σταυρὸς καύχηµα, άποστείλας ἵνα ταῦτα τῆς ἀπανταχοῦ γῆς κηρύξωσι, τὴν φύσαν τῶν σοφῶν σοφίαν, καὶ τὴν ἐπηρµένην σύνεσιν τῶν συνετῶν, κατήργησεν,  ἐµώρανε, καί, τέλος πάντων ἡ σοφὴ καὶ (σ. 405) σωτήριος αὐτοῦ πρόνοια καὶ πόρρω τῆς αὐτοῦ ἐκκλησίας ἀπήλασεν· ὅπερ οὐκ ἂν ἐποίησε δήπου ἀγαθὸς ἄν, καὶ δοτὴρ ἀγαθῶν, εἰ συµφέρουσαν ᾔδει ταῖς ἡµετέραις ψυχαῖς· καὶ γὰρ νῦν οἱ τὰς µακρὰς ὁδοὺς στελλόµενοι ἵνα ταύτην κτήσωνται πάντως ἕν τι εἶδος παραφθορᾶς, ἵνα µὴ λέγω ἀθεΐας (ἡ γὰρ περὶ τὰ βρώµατα καὶ τὰς ἐκκλησιαστικὰς νηστείας ἀδιαφορία τοὐλάχιστον ἔδοξε τῶν κακῶν) ἐπανερχόµενοι κοµίζουσι καὶ τοίνυν, ἀγαπητέ, τῆς ἀµαθείας ταύτης ἕνεκα µὴ ἄλγει περὶ ἡµῶν ἔστ’ ἂν διὰ τοὺς θείους οἰκτιρµούς, τότε τῆς εὐσεβείας φῶς ὑπάρχῃ µεθ’ ἡµῶν, καὶ ἡ ἀρχὴ τῆς σοφίας, ὅς ἐστιν ὁ τοῦ Θεοῦ φόβος, οὕτω ἡµῶν ἀπέστη, ὥστε καὶ µητρογαµεῖν· µὴ φηµι τούτου ἕνεκα ἄλγει· ἀλλὰ µᾶλλον σύ, ὡς εὐχόµεθα, σαυτοῦ γενοῦ, σαυτόν οἴκτειρον, τῆς σαυτοῦ ἀσφαλείας φρόντισον· καὶ τὴν τοῦ Νῶε περιστεράν, οὐ τὸν σαρκοφάγον µιµησάµενος κόρακα, εἰς τὴν νοητὴν κιβωτὸν θᾶττον ἐπίστρεψον· καὶ γὰρ κατὰ τὸν εἰπόντα, χρονίζειν οὐ καλόν, ἔνθα µὴ εἰσὶν ὅµοιοι. Οἱ παλαιοὶ µόνην τὴν κεντρόµολον τῶν σωµάτων ἐγίνωσκον δύναµιν· ὁ δὲ σὸς Νεύθων, καὶ τὴν κεντρόφυγα προσεξεῦρε, ἵνα φασί, τὴν διαγώνιον βαίνῃ τὸ ὑπ’ ἀµφοῖν ὠθούµενον· θαυµάζω οὖν ἔγωγε, σοφώτατε, εἰ γε τἄλλα πάντα µαθὼν τὰ τῶν νεωτέρων, τὴν κεντρόφυγα εἰσέτι καὶ νῦν οὐ δύνασαι µαθεῖν· ἔρρωσο κατά τὸν διπλοῦν ἄνθρωπον.

31 Μαρτίου 1791                                     Ἀθανάσιος ὁ Πάριος

«ΕΝΟΡΙΑΚΗ ΕΥΛΟΓΙΑ» Ἀρ. Τεύχους147

Νοέμβριος 2014